Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 7.152.3 | Hdt. 7.153.3 (English) | >>Hdt. 7.155.1 |
7.153.1
τὰ μὲν περὶ Ἀργείων εἴρηται · ἐς δὲ τὴν Σικελίην ἄλλοι τε ἀπίκατο ἄγγελοι ἀπὸ τῶν συμμάχων συμμίξοντες Γέλωνι καὶ δὴ καὶ ἀπὸ Λακεδαιμονίων Σύαγρος . τοῦ δὲ Γέλωνος τούτου πρόγονος , οἰκήτωρ ὁ ἐν Γέλῃ , ἦν ἐκ νήσου Τήλου τῆς ἐπὶ Τριοπίῳ κειμένης · ὃς κτιζομένης Γέλης ὑπὸ Λινδίων τε τῶν ἐκ Ῥόδου καὶ Ἀντιφήμου οὐκ ἐλείφθη .
7.153.2 ἀνὰ χρόνον δὲ αὐτοῦ οἱ ἀπόγονοι γενόμενοι ἱροφάνται τῶν χθονίων θεῶν διετέλεον ἐόντες , Τηλίνεω ἑνός τευ τῶν προγόνων κτησαμένου τρόπῳ τοιῷδε . ἐς Μακτώριον πόλιν τὴν ὑπὲρ Γέλης οἰκημένην ἔφυγον ἄνδρες Γελῴων στάσι ἑσσωθέντες ·
7.153.3 τούτους ὦν ὁ Τηλίνης κατήγαγε ἐς Γέλην , ἔχων οὐδεμίαν ἀνδρῶν δύναμιν ἀλλὰ ἱρὰ τούτων τῶν θεῶν · ὅθεν δὲ αὐτὰ ἔλαβε ἢ αὐτὸς ἐκτήσατο , τοῦτο δὲ οὐκ ἔχω εἰπεῖν · τούτοισι δʼ ὦν πίσυνος ἐὼν κατήγαγε , ἐπʼ ᾧ τε οἱ ἀπόγονοι αὐτοῦ ἱροφάνται τῶν θεῶν ἔσονται .
7.153.4 θῶμά μοι ὦν καὶ τοῦτο γέγονε πρὸς τὰ πυνθάνομαι , κατεργάσασθαι Τηλίνην ἔργον τοσοῦτον · τὰ τοιαῦτα γὰρ ἔργα οὐ πρὸς τοῦ ἅπαντος ἀνδρὸς νενόμικα γίνεσθαι , ἀλλὰ πρὸς ψυχῆς τε ἀγαθῆς καὶ ῥώμης ἀνδρηίης · ὁ δὲ λέγεται πρὸς τῆς Σικελίης τῶν οἰκητόρων τὰ ὑπεναντία τούτων πεφυκέναι θηλυδρίης τε καὶ μαλακώτερος ἀνὴρ .
ch. 154
7.154.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 7.152.3 | Hdt. 7.153.3 (English) | >>Hdt. 7.155.1 |